Ἦχον πλ. β' Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἰσχυκότες ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος. Ὅτι μεθ' ἡμῶν ὁ Θεός, Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, Ὅτι μεθ' ἡμῶν ὁ Θεός. Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ' οὐ μὴ ταραχθῶμεν. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου